Add parallel Print Page Options

15 Τότε προσέρχονται τῷ [a]Ἰησοῦ ἀπὸ Ἱεροσολύμων [b]Φαρισαῖοι καὶ γραμματεῖς λέγοντες Διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας [c]αὐτῶν ὅταν ἄρτον ἐσθίωσιν. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; ὁ γὰρ θεὸς [d]εἶπεν· Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καί· Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· ὑμεῖς δὲ λέγετε· Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί· Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, [e]οὐ μὴ [f]τιμήσει τὸν πατέρα [g]αὐτοῦ· καὶ ἠκυρώσατε [h]τὸν λόγον τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν. ὑποκριταί, καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν Ἠσαΐας λέγων· [i]Ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ· μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.

10 Καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς· Ἀκούετε καὶ συνίετε· 11 οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τοῦτο κοινοῖ τὸν ἄνθρωπον. 12 Τότε προσελθόντες οἱ [j]μαθηταὶ [k]λέγουσιν αὐτῷ· Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν; 13 ὁ δὲ ἀποκριθεὶς εἶπεν· Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται. 14 ἄφετε αὐτούς· [l]τυφλοί εἰσιν ὁδηγοί τυφλῶν· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:1 Ἰησοῦ WH Treg NIV ] + οἱ RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:1 Φαρισαῖοι καὶ γραμματεῖς WH Treg NIV ] γραμματεῖς καὶ Φαρισαῖοι RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:2 αὐτῶν Treg NIV RP ] WH
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:4 εἶπεν WH Treg NIV ] ἐνετείλατο λέγων RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:6 οὐ WH Treg NIV ] καὶ οὐ RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:6 τιμήσει WH Treg NIV ] τιμήσῃ RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:6 αὐτοῦ WH NIV ] + ἢ τὴν μητέρα αὐτοῦ Treg RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:6 τὸν λόγον WH Treg NIV ] τὴν ἐντολὴν RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:8 Ὁ λαὸς οὗτος WH Treg NIV ] Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν καὶ RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:12 μαθηταὶ WH NIV ] + αὐτοῦ Treg RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:12 λέγουσιν WH Treg NIV ] εἶπον RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 15:14 τυφλοί εἰσιν ὁδηγοί τυφλῶν Treg NA ] τυφλοί εἰσιν ὁδηγοί WH NIV; ὁδηγοί εἰσιν τυφλοὶ τυφλῶν RP